Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.209 Joseph. AJ 3.214 (English) >>Joseph. AJ 3.218

3.212

Μωυσῆς δὲ πᾶσαν τιμὴν παραιτησάμενος, ἣν ἑώρα τὸ πλῆθος αὐτῷ παρασχεῖν ἕτοιμον, πρὸς μόνῃ τῇ τοῦ θεοῦ θεραπείᾳ διετέλει. καὶ τῶν μὲν εἰς τὸ Σιναῖον ἀνόδων ἀπείχετο, εἰς δὲ τὴν σκηνὴν εἰσιὼν ἐχρηματίζετο περὶ ὧν ἐδεῖτο παρὰ τοῦ θεοῦ ἰδιωτεύων καὶ τῇ στολῇ καὶ πᾶσι τοῖς ἄλλοις ἄγων ἑαυτὸν δημοτικώτερον καὶ μηδὲν βουλόμενος τῶν πολλῶν διαφέρειν δοκεῖν, μόνῳ τῷ προνοούμενος αὐτῶν βλέπεσθαι. 3.213ἔτι δὲ τὴν πολιτείαν καὶ νόμους αὐτῶν ἔγραφε, καθʼ οὓς κεχαρισμένως τῷ θεῷ βιώσονται μηδὲν ἀλλήλοις ἐγκαλεῖν ἔχοντες· ταῦτα μέντοι κατὰ τὴν ὑπαγόρευσιν τοῦ θεοῦ συνετάττετο. διέξειμι μὲν οὖν περὶ τῆς πολιτείας καὶ τῶν νόμων. 3.214

μέντοι περὶ τῆς τοῦ ἀρχιερέως στολῆς παρέλιπον διελθεῖν βούλομαι· οὐδαμόθεν γὰρ προφητῶν κακουργίαις κατέλιπεν ἀφορμήν, εἰ δέ τινες τοιοῦτοι γένοιντο παρεγχειρεῖν τῷ τοῦ θεοῦ ἀξιώματι, αὐτοκράτορα δʼ εἶναι τὸν θεὸν παρατυγχάνειν τοῖς ἱεροῖς κατέλιπεν ὁπότε θελήσειε καὶ μὴ παρεῖναι, καὶ τοῦτʼ οὐχ Ἑβραίοις δῆλον εἶναι μόνον ἠθέλησεν, ἀλλὰ καὶ τῶν ξένων τοῖς παρατυγχάνουσι. 3.215τῶν γὰρ λίθων, οὓς ἐπὶ τοῖς ὤμοις φέρειν τὸν ἀρχιερέα προεῖπον, σαρδόνυχες δὲ ἦσαν καὶ σημαίνειν αὐτῶν τὴν φύσιν ἡγοῦμαι περισσὸν πᾶσιν εἰς γνῶσιν ἀφιγμένων, συνέβαινε λάμπειν, ὁπότε ταῖς ἱερουργίαις θεὸς παρείη, τὸν ἕτερον τὸν ἐπὶ τῷ δεξιῷ τῶν ὤμων πεπορπημένον αὐγῆς ἀποπηδώσης καὶ τοῖς πορρωτάτω φαινομένης, οὐ πρότερον ταύτης ὑπαρχούσης τῷ λίθῳ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.209 Joseph. AJ 3.214 (English) >>Joseph. AJ 3.218

Powered by PhiloLogic